Ancient Greek · ~2 min
Book 32, Chapter 26
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.26.330
Not analysed yet
ἐὰν μὴ ἄρα τοῦτο φάσκῃ τις ἀνα λαβεῖν εἰς συμπλοκὴν τὴν ἐν τῷ λήγοντι τοῦ συνημμένου, ἵνα ἄρχηται μὲν τὸ συνημμένον ἀπὸ τοῦ »Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«, λήγῃ δὲ εἰς τὸ »Καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει »αὐτόν«, ἀναγκαίως δὲ προσχῶμεν τῷ τῆς δόξης ὀνόματι, οὐ κειμένῳ ἐπὶ τοῦ παρά τισι τῶν Ἑλλήνων μέσου πράγματος, καθ’ ὃ ὁρίζονται εἶναι δόξαν τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, δῆλον ὅτι ἐπ ἄλλου παρὰ τοῦτο κεῖται ὄνομα ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ οὕτω εἰρημένου· »Καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή.