Ancient Greek · ~2 min
Book 32, Chapter 28
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.28.350
Not analysed yet
ζητῶ δὲ εἰ ἔνεστιν δοξασθῆναι τὸν θεὸν παρὰ τὸ δοξάζεσθαι ἐν υἱῷ, ὡς ἀποδεδώκαμεν, μειζόνως αὐτὸν ἐν ἑαυτῷ δοξαζόμενον, ὅτε ἐν τῇ ἑαυτοῦ γινόμενος περιωπῇ, ἐπὶ τῇ ἑαυτοῦ γνώσει καὶ τῇ ἑαυτοῦ θεωρίᾳ, οὔσῃ μείζονι 〈τῆς〉 ἐν υἱῷ θεωρίας, ὡς ἐπὶ θεοῦ χρὴ νοεῖν τὰ τοιαῦτα, δεῖν λέγειν ὅτι εὐφραίνεται ἄφατόν τινα εὐαρέστησιν καὶ εὐφροσύνην καὶ χαράν, ἐφ’ ἑαυτῷ εὐαρεστούμενος καὶ χαίρων.