Ancient Greek · ~6 min
32.28.351 to 32.28.356
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.28.351-356
Not analysed yet
χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασιν, οὐχ ὡς κυρίως ἂν λεχθησομένοις ἐπὶ θεοῦ, ἀλλὰ ἀπορῶν τῶν, ἵν’ οὕτως ὀνομάσω, ἀρρήτων ῥημάτων, ἃ μόνος αὐτὸς δύναται, καὶ μετ’ αὐτὸν ὁ μονογενὴς αὐτοῦ ἐν κυριολεξίᾳ λέγειν ἢ φρονεῖν περὶ αὐτοῦ. Ἐπεὶ δὲ ἐν τῷ τόπῳ γεγόναμεν τοῦ τὸν θεὸν δοξάζεσθαι ἐν Χριστῷ, παρακειμένως ἂν ζητήσαιμεν πῶς δοξάζοιτο καὶ ἐν τῷ ἁγίῳ πνεύματι καὶ ἐν πᾶσιν οἷς ὤφθη δόξα κυρίου ἢ ὀφθήσεται. ὅλης μὲν οὖν οἶμαι τῆς δόξης τοῦ θεοῦ αὐτοῦ ἀπαύγασμα εἶναι τὸν υἱόν, κατὰ τὸν εἰπόντα Παῦλον· »Ὃς ὢν ἀπαύγασμα τῆς δόξης«. φθάνειν μέντοι γε ἀπὸ τοῦ ἀπαυγάσματος τούτου τῆς ὅλης δόξης μερικὰ ἀπαυγάσματα ἐπὶ τὴν λοιπὴν λογικὴν κτίσιν· οὐκ οἶμαι γάρ τινα τὸ πᾶν δύνασθαι χωρῆσαι τῆς ὅλης δόξης τοῦ θεοῦ ἀπαύγασμα ἢ τὸν υἱὸν αὐτοῦ. νῦν οὖν, ὅτε ἡ οἰκονομία τοῦ ὑπὲρ |πάντων πάθους τοῦ υἱοῦ τοῦ ἀνθρώπου γίνεται οὐ χωρὶς θεοῦ, »διὸ ὁ θεὸς »αὐτὸν ὑπερύψωσεν«· »Ἐδοξάσθη, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου οὐ »μόνος«· καὶ »ὁ θεὸς γὰρ ἐδοξάσθη ἐν αὐτῷ«, καὶ οὕτως δ’ ἂν τὰ κατὰ τὸν τόπον τις διηγήσαιτο. γέγραπται· »Οὐδεὶς ἔγνω τὸν υἱόν, »εἰ μὴ ὁ πατήρ« καὶ εἴρηται· »Καὶ μακάριος εἶ, Σίμων Βαριωνᾶ, »ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ ἢ ὁ πατήρ μου ὁ »οὐράνιος«. ὅσον οὖν οὐκ ἔγνωστο ὁ υἱὸς τῷ κόσμῳ (»Ἐν τῷ κόσμῳ »γὰρ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ »ἔγνω«), οὐδέπω ἐν κόσμῳ δεδόξαστο, καὶ ἦν ἡ ζημία τοῦ μὴ δεδοξάσθαι αὐτὸν ἐν τῷ κόσμῳ οὐ τοῦ μὴ δεδοξασμένου ἀλλὰ τοῦ μὴ δοξάζοντος αὐτὸν κόσμου.