Ancient Greek · ~7 min
32.300 to 32.307
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.300-307
Not analysed yet
XXIV. (16) Ὁ μὲν σωτὴρ ἔλεγεν· »Ὅ ποιεῖς, ποίησον τάχιον« τῷ Ἰούδᾳ· |ὁ δὲ προδότης ἐν τούτῳ μόνῳ νῦν τῷ διδασκάλῳ πείθεται. λαβὼν γὰρ τὸ ψωμίον οὐκ ἐμέλλησεν οὐδὲ ἐβράδυνεν, ἀλλ’ ὡς γέγραπται· »’Ἐξῆλθεν εὐθύς«, ποιῆσαι τάχιον κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ τὸ τῆς προδοσίας ἔργον. καὶ ἀληθῶς *ἐξῆλθεν«· οὐ γὰρ μόνον κατὰ τὸ ἁπλούστερον ἐξῆλθεν τοῦ οἴκου, ἐν ᾧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ τέλεον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τῷ »Ἐξῆλθον ἐξ ἡμῶν«. ἐγὼ δ’ οἶμαι ὅτι οὐδὲ ὁ εἰσελθὼν μετὰ τὸ ψωμίον εἰς τὸν Ἰούδαν Σατανᾶς ἐχώρει φέρειν τὸ εἶναι ἐν τῷ αὐτῷ τόπῳ μετὰ τοῦ Ἰησοῦ· οὐδεμία γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ ἐστίν. εἰ δὲ μὴ περιέργως ζητῶ τί δήποτε οὐ πρόσκειται τῷ »Λαβὼν τὸ ψωμίον« τὸ ›Καὶ φαγών‹, καὶ αὐτὸς ἐπιστήσεις. ὅπου γὰρ βούλεται, προστίθησιν καὶ τὸ φαγεῖν ὁ λόγος τῷ λαβεῖν· ὥσπερ ἐπὶ τοῦ τῆς εὐλογίας ἄρτου γέγραπται, ὅτι εἶπεν τοῖς μαθηταῖς ὁ Ἰησοῦς· »Λάβετε, φάγετε«. ἆρ’ οὖν λαβὼν τὸ ψωμίον οὐκ ἔφαγεν ὁ Ἰούδας; φέρε οὖν, εἰ καὶ μὴ συνᾴδειν τινὰ δόξει τῶν λεχθησομένων τοῖς προειρημένοις, γυμνάσωμεν τὰ κατὰ τὸν τόπον, κρινοῦντος τοῦ ἐντευξομένου ὁπότερα χρὴ παραδέξασθαι τῶν λεγομένων. »Βάψας, φησί, τὸ ψωμίον« ὁ Ἰησοῦς, καὶ δῆλον ὅτι ἐάσας αὐτὸ ἐν τῷ τρυβλίῳ λαμβάνει· οὕτω γὰρ νοήσεις τὸ »Βάψας οὖν »τὸ ψωμίον«, ἵνα μὴ παρέλκῃ τὸ λαβεῖν. εἶτα λέγεται ὅτι »Δίδωσιν »Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν »εἰς ἐκεῖνον ὁ Σατανᾶς«. »μετὰ τὸ ψωμίον« οὖν, τάχα μὴ βρωθὲν ὑπὸ τοῦ Ἰούδα, προλαβόντος τοῦ εἰσελθόντος εἰς τὸν Ἰούδαν Σατανᾶ τὴν χρῆσιν τοῦ ψωμίου, ἵνα μὴ ὄνηται ὁ Ἰούδας τῆς ἀπὸ τοῦ Ἰησοῦ δόσεως τοῦ ψωμίου.