Ancient Greek · ~1 min
Book 32, XIII, 30. Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.308
Not analysed yet
τὸ μὲν γὰρ εἶχεν δύναμιν ὠφελητικὴν τῷ χρησομένῳ· ὁ δὲ ἅπαξ βαλὼν αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ τὸν διδάσκαλον, φοβούμενος μὴ τὸ βεβλημένον ἐκπέσῃ τοῦ βληθέντος διὰ τῆς τοῦ ψωμίου χρήσεως, προλαβὼν ἅμα τῷ λαβεῖν τὸν Ἰούδαν τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτόν, ὅτε καὶ εἰρημένου τοῦ »Ὅ »ποιεῖς ποίησον τάχιον« λαβὼν τὸ ψωμίον ὁ Ἰούδας »ἐξῆλθεν »εὐθύς«.