Ancient Greek · ~2 min
Book 32, Chapter 31
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.31.384
Not analysed yet
νῦν μὲν οὖν τὸ »Ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι« λέλεκται, ὀλίγῳ 〈δὲ〉 ὕστερον· »Μικρόν, φησί, καὶ οὐκέτι θεωρεῖτέ »με, καὶ πάλιν μικρὸν 〈καὶ〉 ὄψεσθέ με«, ὅτε λεγόντων τῶν μαθητῶν· »Τί ἐστιν τοῦτο ὃ λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ· γνοὺς ὁ »Ἰησοῦς καὶ ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, εἶπεν αὐτοῖς· Περὶ τούτου »ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ »πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε »καὶ θρηνήσετε ὑμεῖς· ὁ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, »ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται«.