Ancient Greek · ~5 min
32.31.385 to 32.31.390
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.31.385-390
Not analysed yet
τὸ γὰρ »μικρὸν« ἐκεῖνο ἐν ᾧ οὐκ ἐθεώρουν αὐτόν, ἐζήτουν Ἰησοῦν· διὸ ἔκλαιον καὶ ἐθρήνουν, τῆς λύπης αὐτῶν εἰς χαρὰν μεταβαλλούσης, ὅτε ἐπληροῦτο τὸ »Καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με«. Ἐν οἷς ἐξετάσεις εἰ ὁ μετὰ μικρὸν μὴ θεωρῶν αὐτόν, εἰ μέλλει μετὰ τοῦτο ὄψεσθαι αὐτόν, μετ’ οὐ πολὺ πάντως ὄψεται αὐτόν. νοούντων ἡμῶν τὸ »Καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με«. τὸ δὲ ζητεῖν τὸν Ἰησοῦν ζητεῖν ἐστιν τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν καὶ τὴν δύναμιν τοῦ θεοῦ, ἅπερ πάντα ἐστὶν ὁ χριστός. τινὲς δὲ ζητοῦσιν αὐτὸν τῶν ἑωρακότων σημεῖα, καὶ σὺν τῷ ἑωρακέναι λαβόντων ἀπ’ αὐτοῦ ἄρτον καὶ φαγόντων, αἰτίου τοῦ ζητεῖν αὐτοῖς γενομένου τοῦ τεθράφθαι ἀπὸ τοῦ λόγου· »Ζητεῖτε γάρ με, φησίν, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ »τῶν ἄρτων καὶ ἐχορτάσθητε«. εἶτα ἐπεὶ πρότερον τοῖς Ἰουδαίοις εἰρήκει· »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν »ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« ἐπ’ ἐκεῖνο ἀναφέρων τὸ προκείμενον φησί· »Καὶ καθὼς εἶπον τοῖς »Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω »ἄρτι«. ὡς γὰρ ἐκείνοις, φησί, τοῦτ’ εἶπον, οὕτω καὶ ὑμῖν· ἀλλὰ καὶ ὑμῖν τοῦτο λέγω οὐ περὶ πλείονος χρόνου.