Ancient Greek
32.310 to 32.312
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.310-312
Not analysed yet
νοείσθω δὲ ὁ ἄρτος καὶ τὸ ποτήριον τοῖς μὲν ἁπλουστέροις κατὰ τὴν κοινοτέραν περὶ τῆς εὐχαριστίας ἐκδοχήν, τοῖς δὲ βαθύτερον ἀκούειν μεμαθηκόσιν κατὰ τὴν θειοτέραν καὶ περὶ τοῦ τροφίμου τῆς ἀληθείας λόγου ἐπαγγελίαν· ὡς εἰ ἐν παραδείγματι ἔλεγον ὅτι καὶ ὁ κατὰ τὸ σωματικὸν τροφιμώτατος ἄρτος πυρετὸν μὲν ὑποκείμενον αὔξει, εἰς ὑγείαν δὲ καὶ εὐεξίαν ἀνάγει. διὸ πολλάκις λόγος ἀληθὴς ψυχῇ νοσούσῃ οὐ δεομένῃ τοιαύτης τροφῆς διδόμενος ἐπιτρίβει αὐτὴν καὶ πρόφασις αὐτῇ χειρόνων γίνεται· καὶ οὕτως καὶ τὰ ἀληθῇ λέγειν κινδυνῶδές ἐστι. ταῦτα δέ μοι εἴρηται 〈διὰ τὸ〉 ψωμίον ὃ ἐμβάψας »δίδωσιν Ἰούδᾳ Σίμωνος †»Ἰσκαριώτῃ«, καὶ κεκινήκαμεν λόγον τὸν εἰς ἑκάτερα, εἴτε χρὴ λέγειν αὐτὸν βεβρωκέναι λαβόντα, εἴτε κεκωλῦσθαι ἀπὸ τοῦ εἰσελθόντος εἰς τὸν Ἰούδαν Σατανᾶ.