Ancient Greek · ~2 min
Book 32, XIII, 30. Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.313
Not analysed yet
εἰ δὲ χρὴ ὡς μὴ εἰκῇ παρερριμμένον ὑπὸ τοῦ εὐαγγελιστοῦ ἐξετάσαι καὶ τὸ »Ἠν δὲ νύξ«, λεκτέον ὅτι συμβολικῶς τότε ἡ αἰσθητὴ νὺξ ἣν, εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ Ἰούδα νυκτός, ἡνίκα τὸ ἐπιφερόμενον σκότος ἐπάνω τῆς ἀβύσσου, ὁ Σατανᾶς, εἰσῆλθεν εἰς αὐτόν· »Ἐκάλεσεν γὰρ ὁ θεὸς τὸ »σκότος νύκτα«, ἧς γε νυκτός, φησὶν ὁ Παῦλος, οὐκ ἐσμὲν τέκνα οὐδὲ σκότους, λέγων· »Ἄρ’ οὖν, ἀδελφοί, οὐκ ἐσμὲν νυκτὸς οὐδὲ »σκότους« καὶ τὸ »Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν«.