Ancient Greek · ~1 min
Book 32, Chapter 32
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.32.392
Not analysed yet
XXXII. Καὶ εἰ μὲν μὴ προτέτακτο τοῦ »Ὅπου ἐγὼ ὑπάγω »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« τὸ »Καθὼς εἶπον τοῖς Ἰουδαίοις« κἂν ἁπλούστερον ἐδοκοῦμεν ταῦτα εἰρῆσθαι, ἀναφερόμενα ἐπὶ τὴν ἀπὸ τοῦ βίου ἔξοδον τῆς Ἰησοῦ ψυχῆς· νυνὶ δὲ καὶ οἱ Ἰουδαῖοι ἀποθνήσκειν ἔμελλον, καὶ ὁ Ἰησοῦς ἀποθανὼν καταβαίνειν εἰς ᾅδου.