Ancient Greek · ~2 min
Book 32, Chapter 31
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.31.391
Not analysed yet
οὕτω γὰρ ἀκούω τοῦ »Καὶ ὑμῖν |λέγω ἄρτι«, ὅπερ οὐκ ἔστιν ταὐτὸν τῷ »Καὶ ὑμῖν »λέγω« χωρὶς τῆς προσθήκης τῆς ›ἄρτι‹. Ἰουδαῖοι μὲν γάρ, οὓς προέβλεπεν ἐν τῇ ἑαυτῶν ἁμαρτίᾳ ἀποθανουμένους, οὐκ ἐπὶ βραχυνόμενον χρόνον οὐκ ἐδύναντο ἥκειν ὅπου ὑπῆγεν ὁ Ἰησοῦς· οἱ δὲ μαθηταί, μεθ’ ὃν ἔμελλεν μικρὸν χρόνον μηκέτι ἔσεσθαι μετ’ αὐτῶν, διὰ τὰ προειρημένα οὐκ ἐδύναντο ἕπεσθαι τῷ λόγῳ ἀπιόντι ἐπὶ τὰς ἑαυτοῦ οἰκονομίας.