Ancient Greek · ~2 min
Book 32, Chapter 32
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.32.395
Not analysed yet
πῶς γὰρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσει ἐν τῇ καρδίᾳ τῆς γῆς, 〈ὃς〉 ἅμα τῇ ἐξόδῳ ἐν τῷ παραδείσῳ ἔμελλεν ἔσεσθαι τοῦ θεοῦ, κατὰ τὸ »Σήμερον μετ’ »ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«; οὕτω δὲ ἐτάραξέν τινας ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε τολμῆσαι αὐτοὺς ὑπονοῆσαι προστεθῆσθαι τῷ εὐαγγελίῳ ἀπό τινων ῥαδιουργῶν αὐτὸ τὸ »Σήμερον μετ’ »ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«.