Ancient Greek · ~2 min
Book 32, Chapter 32
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.32.396
Not analysed yet
ἡμεῖς δέ φαμεν ἁπλούστερον μὲν ὅτι τάχα πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς ἀπεκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν εἰπόντα αὐτῷ· »Μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου«· βαθύτερον δὲ ὅτι πολλαχοῦ τὸ »σήμερον« ἐν τῇ γραφῇ καὶ ἐπὶ ὅλον παρατείνει τὸν ἐνεστηκότα αἰῶνα· ὥσπερ δὲ καὶ ἐν τῷ »Ἐφημίσθη ὁ λόγος οὗτος »παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον« καὶ »Οὗτος πατὴρ Μωαβιτῶν μέχρι τῆς σήμερον ἡμέρας« καὶ »Σήμερον |ἐὰν τῆς φωνῆς αὐτοῦ »ἀκούσητε, †καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου«.