Ancient Greek · ~3 min
32.369 to 32.373
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.369-373
Not analysed yet
ἐὰν δέ τις ζητῇ· ἆρ’ οὖν ὁ παραλυτικὸς, ἀκούων »Τέκνον« ἐντελέστερος ἦν 〈τῶν〉 πρὸς οὓς ὁ λόγος φησί· »Τεκνία«; ἀκούσει ὅτι εἴ τις μέν ἐστιν τεκνίον, πάντως ἐστὶν τέκνον· διὸ οὐ κεκώλυται τὸν παραλυτικόν, λεγόμενον »τέκνον«, εἶναι καὶ τεκνίον· ὥστε οὐκ ἀνάγκη τὸν ὀνομασθέντα τέκνον, τὸν παραλυτικόν, εἶναι ἐντελέστερον τῶν πρὸς οὓς ὁ λόγος εἶπεν τὸ »Τεκνία«. χρὴ δὲ εἰδέναι ὅτι οὐχ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων οὐ δύναται τὸ τέκνον γενέσθαι ὕστερον ἀδελφὸς οὗ ἔφθασεν εἶναι τέκνον, οὕτως ἀδύνατον μεταβαλεῖν ἐκ τέκνου Ἰησοῦ πρὸς τὸ γενέσθαι αὐτοῦ ἀδελφόν. οὗτοι γοῦν πρὸς οὓς εἶπεν· »Τεκνία« μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν, ὡσπερεὶ μεταποιωθέντες ἀπὸ τῆς ἀναστάσεως Ἰησοῦ, γίνονται τοῦ πρότερον εἰπόντος »Τεκνία« ἀδελφοί. διὸ γέγραπται· »Πορεύου πρὸς τοὺς ἀδελφούς. »καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα »ὑμῶν, καὶ θεόν μου |καὶ θεὸν ὑμῶν«.