Ancient Greek · ~2 min
Book 32, XIII, 33. Τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, 〈καὶ〉 καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγώ εἰμι ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.374
Not analysed yet
καὶ τάχα †ὥσπερ ἔστιν μεταβαλεῖν ἐκ δούλου Ἰησοῦ· δοῦλοι δὲ ἦσαν οἱ μαθηταὶ πρὸ τοῦ εἶναι τεκνία, ὡς δῆλον ἐκ τοῦ »Ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ »κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ« καὶ τοῦ »Οὐκ ἔστιν δοῦλος »μείζων τοῦ κυρίου αὐτοῦ« ἀναγεγραμμένου πρὸ τοῦ »Τεκνία, ἔτι »μικρὸν μεθ’ ὑμῶν εἰμι«· ἐπιστήσεις δὲ εἰ ὁ δοῦλος πρότερον μαθητὴς γίνεται, εἶτα τεκνίον, εἶτα ἀδελφὸς Χριστοῦ καὶ υἱὸς τοῦ θεοῦ.