Ancient Greek · ~2 min
32.378 to 32.380
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.378-380
Not analysed yet
πρὸς τοῦτο δ’ ἄν τις ἀνθυποφέροι τὸ »Μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε« λέγων αὐτὸν εἶναι καὶ μετὰ τῶν μὴ γινωσκόντων αὐτόν. ὅρα δὲ μήποτε οὐ ταὐτόν ἐστιν τὸ εἶναι αὐτὸν μετά τινος, ὅπερ ἐν ἐπαγγελίᾳ ὡς ἀξίοις δίδοται, τῷ ἑστηκέναι αὐτὸν καὶ μὴ γινωσκόμενον ἐν μέσῳ τῶν μὴ γινωσκόντων. ἐν ἐπαγγελίᾳ μὲν γὰρ τὸ »Ὅπου »δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ »αὐτῶν« καὶ τὸ »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως »τῆς συντελείας τοῦ αἰῶνος«· οὐ τοιοῦτον δὲ τὸ »Μέσος ὑμῶν »στήκει ὃν ὑμεῖς οὐκ οἴδατε«.