Ancient Greek
Book 32, XIII, 33. Τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, 〈καὶ〉 καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγώ εἰμι ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.381
Not analysed yet
καὶ ἐν τῷ προκειμένῳ τοίνυν ὁ εἰπών· »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι« φησὶ τὸ »Ἔτι μικρὸν |μεθ’ »ὑμῶν εἰμι«. ὁ δὲ λέγων· »Ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι« οὐκ ἂν παρόντι αἰσθητῶς τῷ Ἰούδᾳ, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, εἶπεν ἂν αὐτῷ τὸ »Μετὰ σοῦ εἰμι« (οὐκέτι γὰρ ἦν μετ’ αὐτοῦ) οὐδ’ ὅτε βάψας τὸ ψωμίον ἐδίδου αὐτῷ,