Ancient Greek · ~2 min
32.58 to 32.60
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.58-60
Not analysed yet
τοῦ δὲ τοιούτου εἴδους τῶν ἁμαρτημάτων ὁ βίος πεπλήρωται τῶν ἐν τῷ πιστεύειν προτιθεμένων μὲν τὰ κρείττονα, διὰ δὲ ἄγνοιαν τὰ ἐπὶ τὸ ἐναντίον φέροντα λεγόντων ἢ καὶ πραττόντων. καὶ τοιοῦτοί γέ εἰσιν οἱ τὸ »Μὴ ἅψῃ, μὴ γεύσῃ, μὴ θίγῃς« φάσκοντες περὶ πάντων τῶν εἰς φθορὰν καὶ ἀπόχρησιν τῶν ἀνθρώπων, κατά τινα πολὺ τῆς θείας ὑποβεβηκυῖαν τῆς »Ὡς ἄνθρωπος ἀποθάνῃ« διδασκαλίαν. τί δὲ 〈δεῖ〉 περὶ τῶν ἐν ταῖς αἱρέσεσιν κλυδωνιζομένων καὶ περιφερομένων παντὶ ἀνέμῳ ἐπὶ τὴν κυβείαν τῶν ἀνθρώπων λέγειν, διαλαλούντων 〈ὡς〉 σωτήρια τὰ ὀλέθρια καὶ ὡς ἐπὶ σεβασμῷ τοῦ Ἰησοῦ τὰ ψευδῆ περὶ αὐτοῦ δοξαζόντων;