Ancient Greek · ~2 min
Book 32, XIII, 6. Ἔρχεται οὑν πρὸς Σίμωνα Πέτρον· λέγει αὐτῷ· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ ὁ Πέτρος· Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. | λέγει αὐτῷ Σίμων Πέτρος· Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν. λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. ἤδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· Οὐχὶ πάντες καθαροί ἐστε.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.61
Not analysed yet
πολλάκις δὲ τὸν Πέτρον τοιοῦτον ἡ γραφὴ ἐσημειώσατο, θερμότερον εἰς τὸ ἐπαγγέλλεσθαι τὰ φαινόμενα αὐτῷ κρείττονα· καθάπερ καὶ ἐν τῷ ἀνεξετάστως εἰρημένῳ καὶ ἀθετητικῶς τῆς Ἰησοῦ περὶ τῶν μαθητῶν προφητείας εἰπόντος· »Πάντες »ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ« ,καὶ τὴν αἰτίαν παριστάντος ἐν τῷ »Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ »διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης«. ἀνεξετάστως γὰρ πρὸς τοῦτο καὶ ἀθετητικῶς τῆς Ἰησοῦ ἀποφάσεως εἶπεν τὸ »Εἰ καὶ πάντες »σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐ σκανδαλισθήσομαι« .