Ancient Greek
Book 32, Chapter 7
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.7.76
Not analysed yet
ὁ μὲν οὖν Πέτρος μὴ θεωρῶν τὸν λόγον τοῦ βουλήματος Ἰησοῦ, ἀρξαμένου νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, λέγει αὐτῷ· »Κύριε, σύ μου νίπτεις τοὺς πόδας; «ἐπαπορητικῶς καὶ δυσωπητικῶς τοῦτο φάσκων· ὁ δὲ Ἰησοῦς »ἀπεκρίθη καὶ εἶπεν αὐτῷ«, διδάσκων ὅτι μυστήριον τοῦτο ἦν, τὸ »Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, »γνώσῃ δὲ μετὰ ταῦτα«.