Ancient Greek · ~5 min
32.7.77 to 32.7.82
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.7.77-82
Not analysed yet
Τί δὲ ἦν ὃ ἐποίει νίπτων τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς; ἢ εἰργάζετο διὰ τοῦ νίπτειν αὐτῶν τοὺς πόδας καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος ὡραίους αὐτούς, μελλόντων αὐτῶν εὐαγγελίσασθαι τὰ ἀγαθά; ὅτε γὰρ ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς, τότε, οἶμαι, πεπλήρωται τὸ περὶ τῶν ἀποστόλων αὐτοῦ προφητικῶς εἰρημένον· »Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ »ἀγαθά«. εἰ δὲ πόδας μαθητῶν νίπτων ὡραίους αὐτοὺς ποιεῖ, τί φήσομεν ἀπὸ τοῦ ἀληθινοῦ κάλλους ἐγγίνεσθαι τοῖς ὑπὸ Ἰησοῦ βαπτισαμένοις ὅλοις ἐν πνεύματι ἁγίῳ καὶ πυρί; ὡραῖοι δὲ οἱ πόδες ἐγένοντο τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, ἵνα νιψάμενοι καὶ καθηράμενοι καὶ ἐκμαξάμενοι ὑπὸ τῶν Χριστοῦ χειρῶν, ἐπιβῆναι δυνηθῶσιν τῆς ἁγίας ὁδοῦ καὶ ὁδεύειν τὸν εἰπόντα τὸ »Ἐγώ εἰμι ἡ »ὁδός«. μόνος γὰρ καὶ πᾶς ὁ νιψάμενος τοὺς πόδας ἀπὸ τοῦ Ἰησοῦ ὁδεύει τὴν ὁδὸν ταύτην τὴν ζῶσαν καὶ φέρουσαν πρὸς τὸν πατέρα, καὶ οὐ χωρεῖ ἡ ὁδὸς αὕτη πόδας μεμολυσμένους καὶ τοὺς ἔτι μὴ καθαρούς. Μωσῆς μὲν οὖν ἐδεῖτο ὑπολύσασθαι τὸ ὑπόδημα ἀπὸ τῶν ποδῶν αὐτοῦ ἐπείπερ ἐφ’ ὃν ἐφθάκει τόπον, ἐν ᾧ εἰστήκει, γῆ ἁγία ἦν· ὁμοίως δὲ ὁ τοῦ Ναυῆ Ἰησοῦς.