Ancient Greek
32.8.92 to 32.8.96
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.8.92-96
Not analysed yet
εἴπερ οὖν ὁ Πέτρος ἔμελλεν ἀποφηνάμενος μὲν τὸ »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«, καὶ ἀληθεύων ἐν τούτῳ μὴ ἕξειν μετὰ τοῦ Ἰησοῦ μέρος, ἔμελλεν δὲ ἔχειν μέρος μὴ ἀληθεύων, ἐφ’ ᾧ φθάσας εἶπεν προπετῶς, τί ἄλλο πράττειν ἐχρῆν ἢ μὴ ἀληθεύειν; ἵνα μὴ τὸ ἀληθεύειν τοῦτο ποιήσῃ αὐτὸν μὴ ἔχειν μετὰ τοῦ Ἰησοῦ μέρος, ψεύστην αὐτὸν ἀποδείξαντος ἐν τῷ νίψασθαι τοὺς πόδας αὐτοῦ. γέγραπται γάρ· »Πᾶς ἄνθρωπος ψεύστης«· εὐκαίρως δέ ποτε χρησόμεθα τῷ ῥητῷ ἐπὶ τῶν προπετέστερον καὶ ἀκρίτως εἰπόντων τι ποιήσειν ὅπερ αὐτοῖς μὴ λυσιτελεῖ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ. ὑποδεικνύντες γὰρ αὐτοῖς ὅτι οὐχ ἕξουσιν μὲν μετὰ τοῦ Ἰησοῦ μέρος, τὴν προπετῆ ἐν ἐπαγγελείᾳ τηρήσαντες φωνήν, δυνήσονται δὲ ἀθετηθέντος τοῦ προειρημένου ἐλπίδα ἔχειν ἀγαθήν, ἀποστήσομεν αὐτοὺς τοῦ ἐμμένειν τοῖς κακῶς κεκριμένοις, κἂν μετὰ ὅρκου διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτόν ποτε γένηται. καὶ φήσομεν ὅτι ὥσπερ ὁ εἰπὼν Πέτρος· »Οὐ μὴ »νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«, κωλύεται ἐμμένειν τῇ τοῦ λελεγμένου ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ τοῦ Ἰησοῦ μέρος, οὕτως καὶ σὺ ὁ δεῖνα ἁμαρτὼν τὴν προπέτειαν καὶ ἀκρίτως ἐπαγγειλάμενος τόδε, βέλτιον ἂν ποιήσαις μεταθέμενος ἐπὶ τὸ τόδε πρᾶξαι εὐλογώτερον ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι.