Ancient Greek · ~2 min
Book 32, Chapter 8
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.8.97
Not analysed yet
ἐπιστήσαντες δὲ τῷ τε »Ὃ »ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«, καὶ τῷ »Ἐὰν »μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«, οἱ μὴ βουλόμενοι τοῦτο καὶ τὰ τούτῳ παραπλήσια τροπολογεῖν αἰδεσθέντες παραδεξάσθωσαν τὸ τοιοῦτον εἶδος τῶν εὐαγγελικῶν ἐξετάσεων· ἢ μὴ βουλόμενοι δεικνύτωσαν πῶς εὔλογόν ἐστιν τόν, ὡς ἂν ἐκεῖνοι λέγοιεν, διὰ σεβασμὸν τοῦ Ἰησοῦ εἰπόντα· »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν »αἰῶνα« τῷ διδασκάλῳ ἀκοῦσαι ὡς ἄρα οὐχ ἕξει μέρος μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ, ὡς διὰ μέγιστον ἁμάρτημα τὸ μὴ 〈ἠθεληκέναι〉 νενίφθαι τοὺς πόδας ὑπ’ αὐτοῦ.