Ancient Greek
32.9.103 to 32.9.105
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.9.103-105
Not analysed yet
ἀρκεῖται γὰρ ἡμῖν, ἐπὰν ἔλθωμεν εἰς ταὐτὸ τοῖς τοῦ Ἰησοῦ μαθηταῖς καιροῦ, τὸ τοὺς πόδας αὐτῷ παρέχειν νίψοντι καὶ ἐκμάσσοντι μόνους· »Ὁ γὰρ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, »ἀλλ’ ἔστιν καθαρὸς ὅλος«· εἰ δέ τις μή ἐστιν ὅλος καθαρός, οὐκ ἐλούσατο. Ζητήσαι δέ τις ἄν, εἰ ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι ἀλλ’ ἔστιν καθαρός, καὶ ἦσαν οἱ τοῦ Ἰησοῦ μαθηταὶ καθαροί, ὡς λελουμένοι, πῶς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς; εἰς τοῦτο δὲ καὶ προλαβόντες μὲν ἐκ μέρους εἰρήκαμεν καὶ νῦν ἐκείνοις ταῦτα προσθήσομεν.