Ancient Greek · ~4 min
Book 32, Chapter 9
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.9.106
Not analysed yet
τὸ »Χρείαν ἔχομεν« ἐπὶ τῶν ἀναγκαίων, ὧν ἄνευ διαζῆν τις οὐ δύναται, τέτακται· ὥστ’ ἂν ἐν σωματικοῖς εἰπεῖν χρείαν ἔχειν τὸν ἄνθρωπον οὐ πλειόνων, ἀλλὰ τούτων μόνων, περὶ ὧν φησιν ὁ Παῦλος· »Ἔχοντες δὲ διατροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα«· τὰ δὲ εἰς πλοῦτον καὶ τρυφὴν συμβαλλόμενα ἐκ περιουσίας τοῖς ἁβροδιαίτοις περιγίνεται, οὐχ ὡς χρειώδη καὶ ὧν οὐκ ἄνευ, ἀλλ’ ὡς περισσά· οὕτω τοίνυν καὶ ἐπὶ τῶν θειοτέρων χρεία μὲν ἡμῖν τῶν εἰσαγόντων εἰς ζωὴν καὶ ποιούντων εἶναι ἐν τῷ λέγοντι· »Ἐγώ εἰμι ἡ ζωή«· τὰ δὲ ὑπὲρ ταῦτα, περὶ ὧν λέγεται· »Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου«, καὶ ὅσα νοεῖται κατὰ τὸν παράδεισον τῆς τρυφῆς καὶ τὸν πλοῦτον καὶ τὴν δόξαν, τὰ ἐν τῇ ἀριστερᾷ τῆς σοφίας, κατὰ τὸν εἰπόντα· »Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ »αὐτῆς πλοῦτος καὶ δόξα« ὑπὲρ τὴν χρείαν εἶναι λεχθείη ἄν.