Ancient Greek · ~2 min
32.9.107 to 32.9.108
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.9.107-108
Not analysed yet
καὶ μήποτε τοιοῦτόν ἐστιν τὸ μετὰ τὸ λούσασθαι νίψασθαι τοὺς πόδας ὑπὸ τοῦ τηλικούτου διδασκάλου καὶ σωτῆρος· τὸ γὰρ χάρισμα τοῦ θεοῦ ὑπερπαίει τὴν χρείαν, ὥσπερ καὶ τὸ εἶναι ἐν δόξῃ ἡλίου ἢ σελήνης ἢ ἀστέρων ἐν τῇ ἱερᾷ τῶν νεκρῶν ἀναστάσει. οὐκ ἔχει μὲν 〈οὖν〉 χρείαν ὁ καθαρὸς καὶ λουσάμενος νίψασθαι· νίπτεται δέ, κατὰ τὸ προαποδεδομένον, ἐπεὶ »Τῷ ἔχοντι παντὶ προστεθήσεται; «καὶ ὡς ὁ Ἰωάννης φησί· »Καὶ ὁ καθαρὸς καθαρισθήτω ἔτι, καὶ ὁ »ἅγιος ἁγιασθήτω«.