Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.1
Not analysed yet
Ὃν τρόπον οἶμαι ό πάλαι »λαὸς« ἐπικληθεὶς »θεοῦ« εἰς φυλὰς διῄρητο δυοκαίδεκα καὶ τὴν ὑπὲρ τὰς λοιπὰς φυλὰς τάξιν λευἱτικήν, καὶ αὐτὴν κατὰ πλείονα τάγματα ἱερατικὰ καὶ λευἱτικὰ τὸ θεῖον θεραπεύουσαν, οὕτως νομίζω κατὰ »τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον« πάντα τὸν Χριστοῦ λαόν, χρηματίζοντα ἐν κρυπτῷ Ἰουδαῖον καὶ ἐν πνεύματι περιτετμημένον, ἔχειν τὰς ἰδιότητας μυστικώτερον τῶν φυλῶν· ὡς ἔστι γυμνότερον ἀπὸ Ἰωάννου ἐκ τῆς Ἀποκαλύψεως μαθεῖν, οὐδὲ τῶν λοιπῶν προφητῶν τοῖς ἀκούειν ἐπισταμένοις τὰ τοιαύτα ἀποσιωπησάντων.