Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.2
Not analysed yet
φησὶ δὲ οὕτως ὁ Ἰωάννης· Καὶ »Καὶ εἶδον »ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἐκέκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, »οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ »ἀδικήσητε μήτε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι »σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἠμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. »καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαράκοντα »τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ἐκ »φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ρουβὴμ δώδεκα »χιλιάδες. «