Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.108
Not analysed yet
καὶ τάχα διὰ τοῦτο οὐ μόνον πρωτότοκός ἐστιν πάσης κτίσεως, ἀλλὰ καὶ Ἀδάμα, x003E; ἑρμηνεύεταί »ἄνθρωπος«. ὅτι δὲ Ἀδάμ ἐστι, φησὶν ὁ Παῦλος »Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν«. Ἔστι δὲ ἀρχὴ καὶ ὡς ἡ] πράξεως, ἐν ᾗ πράξει ἐστί τι τέλος μετὰ τὴν ἀρχήν. καὶ ἐπίστησον εἰ ἡ σοφία ἀρχὴ τῶν πράξεων οὖσα τοῦ θεοῦ οὕτω δύναται νοεῖσθαι ἀρχή.