Ancient Greek · ~2 min
1.109 to 1.110
Origen, Commentarii in Evangelium Joannis 1.109-110
Not analysed yet
Τοσούτων σημαινομένων ἐπὶ τοῦ παρόντος ἡμῖν ὑποπεσόντων περὶ »ἀρχῆς«, ζητοῦμεν ἐπὶ τίνος δεῖ λαμβάνειν τὸ »Ἐν »ἀρχῇ ἠν ὁ λόγος«. καὶ σαφὲς ὅτι οὐκ ἐπὶ τοῦ ὡς μεταβάσεως ἢ ὡς ὁδοῦ καὶ μήκους· οὐκ ἄδηλον δὲ ὅτι οὐδὲ ἐπὶ τοῦ ὡς γενέσεως. πλὴν δυνατὸν ὡς τὸ ὑφ’ ὅπερ ἐστὶ ἐστὶ ποιοῦν, εἴγε »ἐνετείλατο ὁ θεὸς καὶ »ἐκτίσθησαν«. δημιουργὸς γάρ πως ὁ χριστός ἐστιν, ᾧ λέγει ὁ πατήρ·