Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.111
Not analysed yet
»Γενηθήτω φῶς« καὶ Γενηθήτω στερέωμα. δημιουργὸς δὲ ὁ χριστὸς ὡς ἀρχή, καθ’ ὃ σοφία ἐστί, τῷ σοφία εἶναι καλούμενος ἀρχή. ἡ γὰρ σοφία παρὰ τῷ Σαλομῶντί φησιν· »Ὁ θεὸς ἔκτισέν με ἀρχὴν »ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἴνα »ἐν ἀρχῇ ᾖ ὁ λόγος«, ἐν τῇ σοφίᾳ· κατὰ μὲν τὴν σύστασιν τῆς περὶ τῶν ὅλων θεωρίας καὶ νοημάτων τῆς σοφίας νοουμένης, κατὰ δὲ τὴν πρὸς τὰ λογικὰ κοινωνίαν τῶν τεθεωρημένων τοῦ λόγου λαμβανομένου.