Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.125
Not analysed yet
ἴδωμέν δ’ ἐπιμελέσερον τίς ὁ ἐν αὐτῇ λόγος. θαυμάμζειν μοι πολλάκις ἐπέρχεται Ι σκοποῦντι τὰ ὑπό τινων πιστεύειν εἰς τὸν χριστὸν βουλομένων λεγόμενα περὶ αὐτοῦ, τί δήποτε δυσεξαριθμήτων ὀνομάτων τασσομένων ἐπὶ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν πλεῖστα παρασιωπῶσιν, ἀλλὰ καὶ εἴ ποτε μνήμη αὐτῶν γένοιτο, μεταλαμβάνουσιν οὐ κυρίως ἀλλὰ τροπικῶς ταῦτα αὐτὸν ὀνομάσεσθαι, ἐπὶ δὲ μόνης τῆς λόγος προσηγορίας ἱστάμενοι οἱονεὶ »λόγον« μόνον φασὶν εἶναι τὸν χριστὸν τοῦ θεοῦ, καὶ οὐχὶ ἀκολούθως τοῖς λοιποῖς τῶν ὀνομαζομένων ἐρευνῶσι τοῦ σημαινομένου τὴν δύναμιν ἐκ τῆς »λόγος« φωνῆς.