Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.126
Not analysed yet
ὅ δέ φημι θαυμάσειν τὴν] τῶν πολλῶν —σαφέστερον γὰρ ἐρῶ —τοιοῦτόν ἐστι. φησί που ὁ υἱὸς τοῦ θεοῦ· »Ἐγώ εἰμι τὸ φῶς τοῦ »κόσμου«· καὶ ἐν ἄλλοις· »Ἐγώ εἰμι ἡ ἀνάστασις · «καὶ πάλιν »Ἐγώ »εἰμι ἡ ὁδὸς καὶ καὶ ἠ ζωή«. γέγραπται δὲ καὶ τὸ »Ἐγώ »εἰμι ἡ θὐρα«. ἔρηται καὶ τὸ »Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· «καὶ πρὸς τὴν Σαμαρεῖτιν φάσκουσαν· »Οἰδαμεν ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα« ἀποκρίνεται·