Ancient Greek · ~7 min
1.127 to 1.133
Origen, Commentarii in Evangelium Joannis 1.127-133
Not analysed yet
»Ἐγώ εἰμι ὁ λαλῶν σοι«. πρὸς τούτοις, ὅτε ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, κύριος καὶ διδάσκαλος αὐτῶν ἕναι διὰ τούτων ὁμολογεῖ· »Ὑμεῖς φωνεῖτέ με Ὁ <καὶ Ὁ ,καὶ »καλῶς λέγετε· εἰμὶ γάρ«. ἀλλὰ καὶ υἱὸν εἶναι θεοῦ σαφῶς ἑαυτὸν καταγγέλλει λέγων· »Ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσ- μον ὑμεῖς λέγετε ὅτι >Βλασφημεῖς< ὅτι εἷπον Υἱὸς τοῦ θεοῦ καί· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς »δοξάσῃ σε( εὑρίσκομεν δὲ καταγγέλλοντα ἑαυτὸν καὶ βασιλέα, ὡς ἐπὰν ἀποκρινόμενος τῷ Πιλάτῳ πρὸς τὸ »Σὺ εἶ ὁ βασιλεὺς τῶν »ἰουδαίων«; λέγῃ· »Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τού- του· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται »οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν«. ἀνέγνωμεν καὶ τὸ »Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι«· καὶ πάλιν· »Ἐγώ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα( συναριθμείσθω τού- τοις καὶ τὸ »'Εγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς«· καὶ πάλιν· »Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς« »καὶ ζωὴν διδοὺς τῷ »κόσμῳ«. καὶ ταῦτα μὲν ἐπὶ τοῦ παρόντος ὑποπεσόντα ἀπὸ τῶν ἐν τοῖς εὐαγγελίοις κειμένων παρεθέμεθα, τοσαῦτα αὑτὸν λέγοντος ἕναι τοῦ υἱοῦ τοῦ θεοῦ. Ἀλλὰ καὶ έν τῇ Ἰωάννου ἀποκαλύψει λέγει· »Ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ ζῶν »εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων«. καὶ πάλιν· »Γέγονα ἐγὼ τὸ Α καὶ τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος. Ἔστι δὲ οὐκ όλίγα τὸν μετὰ παρατηρήσεως ἐντυγχάνοντα ταῖς ἀμίαις βίβλοις καὶ ἀπὸ τῶν προφητῶν παραπλήσια λαβεῖν, οἷον ὅτι »βέλος ἐκλεκτὸν‘ ἑαυτὸν καλεῖ καὶ »δοῦλον τοῦ θεοῦ« καὶ »φῶ »τῶν Ι ἐθνῶν«.