Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.15
Not analysed yet
ΙΙΙ. Ἐὰν δέ τις ἀνθυποφέρῃ διὰ τὴν ἔννοιαν τῆς ἀναπτύξεως τῶν ἀπαρχῶν φάσκων μετὰ τὰ εὐαγγέλια τὰς πράξεις καὶ τὰς ἐπιστολὰς φέρεσθαι τῶν ἀποστόλων καὶ κατὰ τοῦτο μὴ ἂν ἔτι σώζεσθαι τὸ προαποδεδομένον περὶ ἀπαρχῆς, τὸ ἀπαρχὴν πάσης γραφῆς εἶναι τὸ εὐαγγέλιον, λεκτέον ἤτοι νοῦν εἶναι σοφῶν ἐν Χριστῷ ὠφελημένων ἐν ταῖς φερομέναις ἐπιστολαῖς, δεομένων, ἵνα πιστεύωνται, πιστεύωνται, μαρτυριῶν τῶν ἐν τοῖς νομικοῖς καὶ προφητικοῖς λόγοις κειμένων· ὥστε σοφὰ μὲν καὶ εὔπιστα λέγειν καὶ σφόδρα ἐπιτετευγμένα τὰ ἀποστολικά, οὐ μὴν παραπλήσια τῷ» Τάδε λέγει κύριος παντοκράτωρ‘.