Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.16
Not analysed yet
καὶ κατὰ τοῦτο ἐπίστησον εἰ, ἐπὰν λέγῃ ὁ Παῦλος· »Πᾶσα γραφὴ θεό- »πνευστος καὶ ὠφέλιμος«, ἐμπεριλαμβάνει καὶ τὰ ἑαυτοῦ γράμματα· ἢ οὐ τό τε »Ἐγὼ λέγω, καὶ οὐχ ό κύριος« καὶ τὸ »Ἐν πάσαις ἐκκλη- »σίαις διατάσσομαι« καὶ τὸ »Οἷα ἔπαθον ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν »Λύστροις« καὶ τὰ τούτοις παραπλήσια ἐνίοτε ὑπ’ αὐτοῦ γραφέντα τὴν μὲν ἐξουσίαν ****ἀποστολικὴν ***,μὴν τὸ εἰλικρινὲς τῶν ἐκ θείας ἐπιπνοίας λόγων.