Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.163
Not analysed yet
τὸ δ’ ἀνάλογον σελήνῃ καὶ ἄστροις ὑπολαμβάνομεν εἶναι περὶ τὴν νύμφην ἐκκλησίαν καὶ τοὺς μαθητάς, ἔχοντας οἰκεῖον φῶς ἢ ἀπὸ τοῦ ἀληθινοῦ ἡλίου ἐπίκτητον, ἵνα φωτίσωσι μὴ δεδυνημένους πηγὴν ἐν αὑτοῖς κατασκευάσαι φωτός· οἷον Παῦλον μὲν καὶ Πέτρον »φῶς« ἐροῦμεν »τοῦ κόσμου«, τοὺς δὲ τυχόντας τῶν παρ’ αὐτοῖς μαθητευομένων, φωτιζομένους μέν, οὐ μὴν φωτίζειν ἑτέρους δυναμένους, τὸν κόσμον οὗ κόσμου φῶς οἱ ἀπόστολοι ἦσαν.