Ancient Greek · ~7 min
1.164 to 1.171
Origen, Commentarii in Evangelium Joannis 1.164-171
Not analysed yet
ὁ δὲ σωτήρ, »φῶς« ὢν τοῦ »κόσμου«, φωτίζει οὐ σώματα ἀλλὰ ἀσωμάτῳ δυνάμει τὸν ἀσώματον νοῦν, ἵνα ὡς ὑπὸ ἡλιοῦ ἕκαστος ἡμῶν φωτιζόμενος καὶ τὰ ἄλλα δυνηθῇ βλέπειν νοητά. ὥσπερ δὲ ἡλίου φωτίζοντος ἀμαυροῦται τὸ δύνασθαι φωτίζειν σελήνην καὶ ἀστέρας, οὕτως οἱ ἐλλαμπόμενοι ὑπὸ Χριστοῦ καὶ τὰς αὐγὰς αὐτοῦ κεχωρηκότες οὐδέν τινων διακονουμένων ἀποστόλων καὶ προφητῶν δέονται —τολμητέον γὰρ λέγειν τὴν ἀλήθειαν —οὐδὲ ἀγγέλων, προσθήσω δὲ ὅτι οὐδὲ τῶν κρειττόνων δυνάμεων, αὐτῷ τῷ πρωτογεννήτῳ μαθητευόμενοι φωτί. τοῖς δὲ μὴ χωροῦσι τὰς ἡλιακὰς Χριστοῦ ἀκτῖνας οἱ ἅγιοι διακονοῦντες παρ- έχουσι φωτισμὸν πολλῷ τοῦ προειρημένου ἐλάττονα, μόγις καὶ τοῦτον χωρεῖν δυναμένοις καὶ ὑπ’ αὐτοῦ πληρουμένοις. Ἔστι δὲ ὁ χριστός, φῶς τυγχάνων κόσμου, φῶς ἀληθινὸν πρὸς ἀντιδιαστολὴν αἐσθητοῦ, οὐδενὸς αἰσθητοῦ ὄντος ἀληθινοῦ. ἀλλ’ οὐχὶ ἐπεὶ οὐκ ἀληθινὸν τὸ αἰσθητόν, ψεῦδος τὸ αἰσθητόν· δύναται γὰρ ἀναλογίαν ἔχειν τὸ αἰσθητὸν πρὸς τὸ νοητόν, οὐ μὴν τὸ ψεῦδος ὑγιῶς παντὸς καταγορεῖσθαι τοῦ οὐκ ἀληθινοῦ. ζητῶ δὲ εἰ ταὐτόν ἐστι τὸ »φῶς τοῦ κόσμους τῷ »φωτὶ τῶν ἀνθρώπων«, καὶ ἡγοῦμαι πλείονα δύναμιν παρίστασθαι τοῦ φωτὸς ὅτε »φῶς τοῦ »κόσμου« προσαγορεύεται ἤπερ »φῶς τῶν ἀνθρώπων ὁ γὰρ »κό- »σμος« κατὰ μίαν ἐκδοχὴν οὐ μόνον »ἀνθρωποι«. καὶ παραστήσει τὸ πλεῖον ἢ ἕτερον εἶναι τὸν κόσμον παρὰ τοὺς ἀνθρώπους ὁ Παῦ- λος έν τῇ 1 πρὸς Κορινθίους προτέρᾳ λέγων· »Θέατρον ἐγενήθημεν »τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις((. ἐπίστησον δὲ εἰ κατὰ μίαν ἐκδοχὴν κόσμος ἐστὶν ἡ ἐλευθερουμένη κτίσις »ἀπὸ τῆς δουλείας τῆς »φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«, ἡς »ἡ ἀποκαραδοκία« τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται«. >Ἐπίστησον< δὲ προσεθήκαμεν διὰ τὸ παρακεῖσθαι τὸ δυνάμενον »Ἐγὼ φῶς εἰμι τοῦ κόσμου« συνεζευγμέναι ἐπὶ τῶν μαθητῶν ὑπὸ Ἰησοῦ λεγόμενον· »Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου((.