Ancient Greek · ~1 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.17
Not analysed yet
ἢ καὶ τούτω παραστατέον ὅτι ἡ παλαιὰ μὲν οὐκ εὐαγγέλιον, οὐ δεικνύουσα »τὸν ἐρχόμενον‘ ἀλλὰ προκηρύσσουσα, πᾶσα δὲ ἡ καινὴ τὸ εὐαγγέλιόν ἐστιν, οὐ μόνον ὁμοίως τῇ ἀρχῇ τοῦ εὐαγγελίου φάσκουσα· »Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων »τὴν ἁμαρτίαν τοῦ κόσμου«, ἀλλὰ καὶ ποικίλας δοξολογίας περιέχουσα καὶ διδασκαλίας τοῦ δι’ ὃν τὸ εὐαγγέλιον εὐαγγέλιόν ἐστιν.