Ancient Greek · ~3 min
1.188 to 1.190
Origen, Commentarii in Evangelium Joannis 1.188-190
Not analysed yet
σαφὲς δὲ ὅτι κυρίως τῆς εἰλικρινοῦς καὶ ἀμιγοῦς πρός τι ἕτερον ζωῆς ἡ ἀρχὴ ἐν τῷ πρωτοτόκῳ πάσης κτίσεως τυγχάνει· ἀφ’ ἡς οἱ μέτοχοι τοῦ χριστοῦ λαμβάνοντες τὴν ἀληθῶς ζῶσι ζωὴν τῶν παρ’ αὐτὸν νομιζομένων ζῆν ὥσπερ οὐκ ἐχόντων τὸ ἀληθινὸν φῶς, οὕτως οὐδὲ τὸ ἀληθινὸν ζῆν. καὶ ἐπεὶ ἐν τῷ πατρὶ οὐκ ἔστι γενέσθαι ἢ παρὰ τῷ πατρὶ μὴ φθάσαντα πρῶτον κάτωθεν ἀναβαίνοντα ἐπὶ τὴν τοῦ υἱοῦ θεότητα, δι’ ἡς τις χειραγωγηθῆναι δύναται καὶ ἐπὶ τὴν πατρικὴν μακαριότητα, θύρα ὁ σωτὴρ ἀναγέγραπται. φιλάνθρωπος δὲ ὢν καὶ τὴν ὅπως ποτὲ ἐπὶ τὸ βέλτιον ἀποδεχόμενος τῶν Ψυχῶν ῥοπὴν τῶν ἐπὶ τὸν λόγον μὴ σπευδόντων ἀλλὰ δίκην προβάτων οὐκ ἐξητασμένον ἀλλὰ ἄλογον τὸ ἥμερον καὶ πρᾷον ἐχόντων ποιμὴν γίνεται· »Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει ὁ κύριος· ‘καὶ ὁ Ἰσραὴλ δὲ καὶ ὁ Ἰούδας σπείρεται σπέρμα οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ κτηνῶν.