Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.191
Not analysed yet
Πρὸς τούτοις ἐπισκοπητέον ἐξ ἀρχῆς τὴν χριστὸς προσηγορίαν καὶ προσληπτέον τὴν βασιλεύς, ἵνα τῇ παραθέσει ἠ διαφορὰ νοηθῇ. λέγεται δὴ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ὁ ἠγαπηκὼς δικαιοσύνην καὶ ἀνομίαν μεμισηκὼς παρὰ τοὺς μετόχους αἰτίαν τοῦ κεχρίσθαι τὸ οὕτω δικαιοσύνῃ προσεληλυθέναι ἐσχηκέναι καὶ τὴν ἀνομίαν μεμισηκέναι, Ι ὡς οὐχ ἅμα τῷ εἶναι τὴν χρίσιν συνυπάρχουσαν καὶ συγκτισθεῖσαν λαβών, ἥτις χρίσις βασιλείας ἐπὶ γεννητοῖς ἐστι σύμβολον, ἔσθ’ ὅτε δὲ καὶ ἱερωσύνης ἆρ’ οὖν ἐπιγενητή ἐστιν ἡ τοῦ υἱοῦ τοῦ θεοῦ βασιλεία καὶ οὐ συμφυὴς αὐτῷ;