Ancient Greek
1.192 to 1.199
Origen, Commentarii in Evangelium Joannis 1.192-199
Not analysed yet
καὶ πῶς οἷόν τε τὸν πρωτότοκον πάσης κτίσεως, οὐκ ὄντα βασιλέα, ὕστερον βασιλέα γεγονέναι διὰ τὸ ἠγαπηκέναι δικαιοσύνην, καὶ ταῦτα τυγχάνοντα δικαιοσύνην; μήποτε δὲ λανθάνει ἡμὰς ὁ μὲν ἄνθρωπος αὐτοῦ χριστὸς ὤν, κατὰ τὴν ψυχὴν διὰ τὸ ἀνθρώπινον καὶ τεταραγμένην καὶ περίλυπον γεγενημένην μάλιστα νοούμενος, ὁ δὲ βασιλεὺς κατὰ τὸ θεῖον. παραμυθοῦμαι δὲ τοῦτο ἐξ ἑβδομηκοστοῦ πρώτου ψαλμοῦ λέγοντος· »Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου έν δικαιοσύνῃ καὶ »τοὺς πτωχούς σου ἐν κρίσει· «σαφῶς γὰρ εἰς Σαλομῶντα ἐπιγεγραμ- μένος ὁ ψαλμὸς περὶ Χριστοῦ προφητεύεται. καὶ ἄξιον ἰδεῖν τίνι βασιλεῖ τὸ κρίμα εὔχεται δοθῆναι ὑπὸ θεοῦ ἡ προφητεία καὶ τίνι υἱῷ βασιλέως καὶ ποίου βασιλέως τὴν δικαιοσύνην. ἡγοῦμαί οὐν »βασιλέα« μὲν λέγεσθαι τὴν προηγουμένην τοῦ πρωτοτόκου πάσης κτίσεως φύσιν, ᾑ δίδοται διὰ τὸ ὑπερέχειν τὸ κρίνειν· τὸν δὲ ἄνθραπον, ὃν ἀνείληφεν, ὑπ’ ἐκείνης μορφούμενον κατὰ δικαιοσύνην x003E; ἐκτυπούμενον, »υἱὸν τοῦ βασιλέως( καὶ προσάγομαι εἰς τὸ τοῦθ’ οὕτως ἔχειν παραδέξασθαι ἀπὸ τοῦ εἰς ἕνα λόγον συνῆχθαι ἀμφότερα καὶ τὰ ἐπιφερόμενα οὐκέτι ὡς περὶ δύο τινῶν ἀπαγγέλλεσθαι ἀλλ’ ὡς περὶ ἑνός. πεποίηκε γὰρ ὁ σωτὴρ »τὰ ἀμφότερα ἕν«, κατὰ τὴν ἀπαρχὴν τῶν γινομένων ἀμφοτέρων ἐν ἑαυτῷ πρὸ πάντων ποιήσας· »ἀμφοτέρων« δὲ λέγω καὶ ἐπὶ τῶν ἀνθρώπων, ἐφ’ ὡν ἀνακέκραται τῷ ἁγίῳ πνεύματι ἡ ἑκάστου ψυχὴ καὶ γέγονεν ἕκαστος τῶν σωξομένων πνευματικός. ὥσπερ οὖν εἰσί τινες ποιμαινόμενοι ὑπὸ Χριστοῦ διὰ τὸ σφῶν αὐτῶν, ὡς προειρήκαμεν, πρᾷον μὲν καὶ εὐσταθὲς ἀλογώτερον δέ, οὕτω καὶ βασιλευόμενοι κατὰ τὸ λογικώτερον τῇ θεοσεβείᾳ. καὶ βασιλευομένων διαφοραί, ἤτοι μυστικώτερον καὶ ἀπορρητότερον καὶ θεοπρεπέστερον βασιλευομένων ἢ ὑποδεέστερον.