Ancient Greek · ~4 min
1.201 to 1.203
Origen, Commentarii in Evangelium Joannis 1.201-203
Not analysed yet
Πάνυ δὲ καὶ τοῖς τυχοῦσιν σοφές, πῶς ἐστι διδάσκαλος καὶ σαφηνιστὴς τῶν εἰς εὐσέβειαν συντεινόντων Ι ὁ κύριος ἡμῶν καὶ κύριος δούλων τῶν ἐχόντων »πνεῦμα δουλείας εἰς φόβον‘. προ- κοπτόντων δὲ καὶ ἐπὶ τὴν σοφίαν σπευδόντων καὶ ταύτης ἀξιουμένων —ἐπεὶ »ὁ δοῦλος οὐκ οἶδε τί θέλει ὁ κύριος αὐτοῦ‘ —οὐ μένει κύριος, γινόμενος αὐτῶν »φίλος«. καὶ αὐτὸς τοῦτο διδάσκει ὅπου μὲν ὅτε ἔτι δοῦλοι ὑπῆρχον οἱ ἀκροώμενοι φάσκων· »φωνεῖτέ με Ὁ διδἄσκαλος< καὶ Ὁ κύριος<, καὶ καλῶς »γάρ«· ὅπου δέ· »Οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε, «τί τὸ θέλημα τοῦ κυρίου αὐτοῦ· ἀλλὰ λέγω ὑμᾶς φίλους«, ὅτι διαμεμενήκατε »μετ’ ἐμοῦ ἐν πᾶσι τοῖς πειρασμοῖς μου«, οἱ οὖν κατὰ φόβον βιοῦντες, ὃν ἀπαιτεῖ ἀπὸ τῶν οὐ καλῶν δούλων ὁ θεὸς ὡς ἀνέγνωμεν ἐν τῷ Μαλαχίᾳ· »Εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος »μου; «),δοῦλοι τυγχάνουσι κυρίου τοῦ σωτῆρος αὐτῶν καλουμένου.