Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.204
Not analysed yet
ἀλλὰ διὰ τούτων πάντων οὐ σαφῶς ἡ εὐγένεια παρίσταται τοῦ υἱοῦ, ὅτε δὲ τὸ »Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε« λέγεται πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ, ᾡ ἀεί ἐστι τὸ »σήμερον«, —οὐκ ἔνι γὰρ ἐσπέρα Μοῦ, ἐγὼ δὲ ἡγοῦμαι, ὅτι οὐδὲ πρωία, ἀλλὰ ὁ συμπαρεκτείνων τῇ ἀγενήτῳ καὶ ἀϊδίῳ αὐτοῦ ζωῇ, ἵν οὕτως εἴπω, χρόνος ἡμέρα ἐστὶν αὐτῷ σήμερον, ἐν ᾑ γεγέννηται ο υἱός —,ἀρχῆς γενέσεως αὐτοῦ οὕτως οὐχ εὑρισκομένης ὡς οὐδὲ τῆς ἡμἐρας.