Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.21
Not analysed yet
Ἐγὼ δ’ οἶμαι ὅτι καὶ τεσσάρων ὄντων τῶν εὐαγγελίων οἱονεὶ στοιχείων τῆς πίστεως τῆς ἐκκλησίας ἐξ ὡς στοιχείων ὁ πᾶς συνέστηκε κόσμος ἐν Χριστῷ καταλλαγεὶς τῷ θεῷ, καθά φησιν ὁ Παῦλος· »Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ«· οὑ κόσμου τὴν ἁμαρτίαν ἦρεν Ἰησοῦς· περὶ γὰρ τοῦ κόσμου τῆς ἐκκλησίας ὁ λόγος ἐστὶν ὁ γεγραμμένος· »Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἵρων τὴν »ἁμαρτίαν τοῦ κόσμου«) ἀπαρχὴν τῶν εὐαγγελίων εἶναι τὸ προστε- ταγμένον ἡμῖν ὑπὸ σοῦ κατὰ δύναμιν ἐρευνῆσαι, τὸ κατὰ Ἰωάννην, τὸν γενεαλογούμενον εἰπὸν καὶ ἀπὸ τοῦ ἀγενεαλογήτου ἀρχόμενον.