Ancient Greek · ~4 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.22
Not analysed yet
Ματθαῖος μὲν γὰρ τοῖς προσδοκῶσι τὸν ἐξ Ἀβραὰμ καὶ Δαβὶδ Ἑβραίοις γράφων· »Βίβλος, φησί, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ »Ἀβραάμ «,καὶ Μάρκος, εἰδὼς ὃ γράφει. »ἀρχὴν «διηγεῖται »τοῦ εὐγγε- »λίου «,τάχα εὑρισκόντων ἡμῶν τὸ τέλος αὐτοῦ παρὰ τῷ Ἰωάννῃ ****τὸν »ἐν ἀρχῇ λόγον, θεὸν λόγον. ἀλλὰ καὶ Λουκᾶς *****ἀλλά γε τηρεῖ τῷ ἐπὶ τὸ στῆθος ἀναπεσόντι τοῦ Ἰησοῦ τοὺς μείζονας 114r καὶ τελειοτέρους περ Ἰησοῦ λόγους· οὐδεὶς γὰρ ἐκείνων ἀκράτως ἐφανέρωσεν αὐτοῦ τὴν θεότητα ὡς Ἰωάννης, παραστήσας αὐτὸν λέγοντα· »Ἐγώ εἰυι τὸ φῶς τοῦ κόσμου «»Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή «· »Ἐγώ εἰμι ἡ ἀνάστασις «»Ἐγώ εἰμι ἡ θύρα «· »Ἐγώ εἰμι ὁ ποι- »μὴν ὁ καλός «· κοὶ ἐν τῇ Ἀποκαλύψει »Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἡ »ἀρχὴ καὶ τὸ τέλος,