Ancient Greek · ~2 min
1.216 to 1.217
Origen, Commentarii in Evangelium Joannis 1.216-217
Not analysed yet
Ὁ τοίνυν τῶν ὅλων θεὸς πρῶτόν τι τῇ τιμῇ γένος λογικὸν πεποίηκεν, ὅπερ οἶμαι τοὺς καλουμένους θεούς, καὶ δεύτερον ἐπὶ τοῦ παρόντος καλείσθωσαν »θρόνοι«, καὶ τρίτον χωρὶς διαστάσεως »ἀρχαί« οὕτω δὲ τῷ λογικῷ καταβατέον ἐπὶ ἔσχατον λογικόν, τάχα οὐκ ἄλλο τι τοῦ ἀνθρώπου τυγχάνον. ὀ τοίνυν σωτὴρ θειότερον πολλῷ ἢ Παῦλος γέγονε »τοῖς πᾶσι πάντα«, ἵνα »πάντα« ἢ »κερδήσῃ« ἢ τε- λειώσῃ, καὶ σαφῶς γέγονεν ἀνθρώποις ἄνθρωπος καὶ ἀγγέλοις ἄγγελος.