Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.218
Not analysed yet
καὶ περὶ μὲν τοῦ ἄνθρωπον αὐτὸν γεγονέναι οὐδεὶς τῶν πεπι- στευκότων διστάξι· περὶ δὲ τοῦ ἄγγελον πειθώμεθα τηροῦντες τῶν ἀγγέλων ἐπιφανείας καὶ λόγους, ὅτε τῆς τῶν ἀγγέλων ἐξουσίας φαίνεται ἔν τισι τόποις τῆς γραφῆς ἀγγέλων λεγόντων, ὥσπερ ἐπὶ τοῦ »Ὤφθη ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου. καὶ εἶπεν· »θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ«. ἀλλὰ καὶ ὁ Ἡσαΐας φησί· »Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. «