Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.228
Not analysed yet
ΧΧΧΙΙ. Καὶ ταῦτα μὲν ἀπὸ τῶν τῆς καινῆς διαθήκης βιβλίων ἐλέγετο ὑπ᾿ αὐτοῦ περὶ ἐαυτοῦ. ἐν δὲ τῷ Ἡσαΐᾳ ἔφασκεν ὑπὸ τοῦ πατρὸς τεθεῖσθαι αὐτ· οῦ »τὸ στόμα ὡς μάχαιραν ὀξεῖαν« καὶ κεκρύφθαι ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ«, βέλει ἐκλεκτῷ ὡμοιωμένος »καὶ ἐν τῇ φαρέτρᾳ« τοῦ πατρὸς κεκρυμμένος, »δοῦλος« τοῦ θεοῦ τῶν ὅλων ὑπ᾿ αὐτοῦ καλούμενος καὶ »Ἰσραὴλ« καὶ »φῶς ἐθνῶν« μάχαιρα μὲν οὖν ὀξεῖά ἐστι τὸ στόμα τοῦ υἱοῦ τοῦ θεοῦ,