Ancient Greek · ~3 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.229
Not analysed yet
ἐπεὶ »ζῶν τυγχάνει ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ »πᾶσαν μάχαιραν δίστομον καὶ διἱκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ »πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ »ἐννοιῶν καρδίας«· ἄλλως τε καὶ ἐλθὼν οὐκ εἰρήνην ἐπὶ τὴν γῆν. τοῦτ᾿ ἔστιν ἐπὶ τὰ σωματικὰ καὶ αἰσθητά, βαλεῖν ἀλλὰ μάχαιραν, καὶ διακόπτων τήν, ἕν οὕτως ἐπιβλαβῆ ἐπιβλαβῆ φιλίαν ψυχῆς καὶ σώματος, ἕν ἡ ψυχὴ ἐπιδιδοῦσα αὑτὴν τῷ στρατευομένῳ κατὰ τῆς σαρκὸς πνεύματι φιλιωθῇ τῷ θεῷ, μάχαιραν ἢ ὡς μάχαιραν ὀζεῖαν κατὰ τὸν προφητικὸν λόγον ἔσχε τὸ στόμα· ἀλλὰ καὶ βλέπων τοσούτους τετρωμένους τῇ θείᾳ ἀγἀπῃ ὁμοίως τῇ ὁμολογούσῃ τοῦτο πεπονθέναι ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διὰ τοῦ »Ὅτι τετρωμένη ἀγάπης »ἐγώ« τὸ τρῶσαν βέλος τὰς τῶν τοσούτων εἰς ἀγάπην θεοῦ ψυχὰς οὐκ ὄλλο τι εὑρήσει ἢ τὸν εἰπόντα· »Εθηκέ με ὡς βέλος ἐκλεκτόν. «